Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.1-8
Not analysed yet
“Ἀρά τι τούτων ἢ τούτοις προσόμοιον παρ’ ἐκείνοις ἐστὶ, πρᾶον εἶναι δοκοῦν καὶ τιθασὸν, καὶ δικῶν ἐπαγωγὰς καὶ σκήψεις καὶ ἀναβολὰς καὶ τιμήσεις καὶ πάλιν ὑποτιμήσεις ἔχον; οὐδὲν ‚ἀλλὰ πάντα ἁπλᾶ καὶ δῆλα ἐὰν παιδεραστῇς ‚ἐὰν μοιχεύῃς, ἐὰν βιάσῃ παῖδα, ἄρρενα μὲν μηδὲ λέγε) ἀλλὰ κἂν θήλειαν· ὁμοίως ἐὰν σαυτὸν καταπορνεύῃς ‚ἐὰν καὶ παρ’ ἡλικίαν αἰσχρόν τι πάθῃς, ἢ δοκῇς, ἢ μέλλῃς, θάνατος ἡ ζημία.