Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.29
Not analysed yet
ἀλλὰ χερνῆτίν τινα ἢ καπηλιν, ἢ εἰ ὁ Ἂδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ ,ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ ,ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ’ ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πάτραν,