Ancient Greek · ~6 min
7.30 to 7.35
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.30-35
Not analysed yet
ἢ εἰ οὗτος μὲν μὴ, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων εἶθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον; πῶς ἂν συστάντες ἐμάχοντο καὶ Λαΐου πᾶν δῶμα ἔβη δι’ αἵματος; ἀλλὰ μὴν, φήσεις, γέγονε ταῦτα. γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύνα- μις ; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. ἢ ὃ λέγω οὐ συνίης; ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν, ὠ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. αἱ δὲ ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν ,ἀλλ’ ἑαυτῇ κελεύσῃ. εἴη δ’ ἂν ἀρχὴ καὶ ὄνος καὶ κύων καὶ ψύλλα. οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, λης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ. Τρηχῖν’ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο, ὠ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄλλας δῶκ’ ἠδ’ ἔτι δώσει. τί φῄς; οὐ γὰρ ἐπέπρωτο ὑφ᾿ ὑμῶν ἐξαιρεθῆναι αὐτήν; καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ᾿ οὐχ ἡ ὑμετἐρα ἀνάγκη; οὐ δέκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ᾿ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν.