Ancient Greek · ~2 min
7.38 to 7.39
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.38-39
Not analysed yet
Οἰταῖοι, μὴ σπεύδετ᾿ ἀτασθαλίῃσι νόοιο. ἀλλ᾿ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ᾿ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ. τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθὸς, οὔτε ἑκὼν οὔθ᾿ ἑλόμενος, ἀλλὰ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι.