Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.40
Not analysed yet
δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροὶ, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοὶ, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοὶ, εἰ ἐξηγκωνισμένοι περιπα- τοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς ,ἀλλὰ φήσει, ὢ Χρύσιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ, ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοὶ,) ἐγὼ μὲν ἀρετὴν ἐπαΙνῶ ,ὑμὰς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ.