Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.42
Not analysed yet
εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοι εἰσιν, εὐσεβέων θ’ αγἶ́ας θυσίας τιμάς τε δέχονται. δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες, ἀλλὰ βουλόμενοι χωροῦσιν ἐφ’ ἃ χωροῦσιν. ἃ δ’ ἂν βουληθῶσιν, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστὴς, οὕτω προεληλεγμένων ,τολμήσει λέγειν ὅτι ὑποτέτακται · ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκῦτος δέ τι τῶν εὐτόνων λαβόν- τες, ὡς ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ.’