Ancient Greek · ~2 min
7.43 to 7.44
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.43-44
Not analysed yet
Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο. σὺ δ’ ἀλλ’ εἰ μὴ τῷ τοιῷδε χαίρεις, λα- βῶν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης οὐ μόνον τῶν προπαρατεθέντων χρησμῶν ἀνατρεπτικὰ, ἀλλὰ καὶ τῶν ἄλλων καθόλου περὶ τοῦ δόγματος ἐπινοουμένων. ἐπειδὴ γὰρ μὴ μόνον ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φι- λοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐ- τῶν τῶν φιλοσόφων πρὸς σφὰς αὐτοὺς ἀντιρρήσεις ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν. πρῶτα δὴ οὑν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενιανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα