Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.5-2
Not analysed yet
καὶ γὰρ, ἠ δ’ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί. καὶ οὐ λεκτέοι γε ,ὦ Ἀδείμαντε ,ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ δοτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντί τρόπῳ, ἀλλὰ δρῴη· ἂν ὅπερ θεῶν οἶ πρῶτοί τε καὶ μέγιστοι. οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν.