Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.6-2
Not analysed yet
οὐδέ γε, ἦν δ’ ἐγὼ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσι καὶ ἐπιβουλεύουσι καὶ μάχονται· οὐδὲ γὰρ ἀληθῆ· εἴ γε δεῖ ἡμῖν τρὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίξειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς ,καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο, οὐδ’ ἔστι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις ,καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.