Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.5-4
Not analysed yet
καὶ ἐπὶ τῶν ἄλλων ὧν κυριεύει ὁ αὐτὸς λόγος ἐὰν ἐπιφημίσῃ τροφὴν· γυναικὸς ἀνὴρ ἱερὰν εἶναι ‚τροφῆς ἀνέχειν· ἐὰν πατὴρ υἱῷ, ἐὰν ἄρχων τῷ ὑπηκόῳ ‚ταὐτόν. καὶ ἔκλυσις δὲ ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη, τοῦ ἱερέως ἀποφήσαντος · ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον ἀεὶ κυρίων ὁσία ἵλεων τὸν θεὸν ἀποφαίνειν ‚ὡς μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι.