Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.6-4
Not analysed yet
μυρία δὲ ἄλλα ἐπὶ τούτοις, ὅσα καὶ ἐπὶ ἀγράφων ἐθῶν καὶ νομίμων, κἀν τοῖς νομίμοις αὐτοῖς. ἅ τις παθεῖν ἐχθαίρει, μὴ ποιεῖν αὐτόν· ἃ μὴ κατέθηκεν, μηδ’ ἀναιρεῖσθαι, μηδ’ ἐκ πρασιὰς ‚μηδ’ ἐκ ληνοῦ ‚μηδ’ ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν ἀπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι φθονεῖν· μὴ μάτα ὑδάτων ἀποκλείειν ‚ἀλλὰ καὶ πτωχοῖς καὶ πηροῖς τροφὴν ἐρανίζουσι πρὸς τὸν θεὸν εὐαγῶς ἀνέχειν.