Ancient Greek · ~2 min
7.7 to 7.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.7-8
Not analysed yet
Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ’ ἐν ὑπονοίαις πεποιημένας οὔτ’ ἄνευ ὑπονοιῶν. Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν καὶ τὰς τῶν μύθων ἐν ὑπονοίαις εἰρῆσθαι νομιζομένας φυσιολογίας παραιυητέας ἔας εἶναι διδάσκει, ὡς μηκέτ’ ἀλόγως ἡμῖν καὶ τὴν ἐκ τούτων ἀναχώοη ’ν τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελίζεσθαι διδασκαλίαν, ὁπότε καὶ πρὸς τῶν οἰκείων ἀποβέβληται.