Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.7-3
Not analysed yet
μὴ ταφῆς νεκρὸν ἐξείργειν ‚ἀλλὰ καὶ γῆς ὅσον γε εἰς τὴν ὁσίαν προσεπιβάλλειν· μὴ θήκας ‚μὴ μνήματα ὅλως κατοιχομένων κινεῖν· μὴ δεσμὰ, μὴ κακὸν μηδὲν πλέον τῷ ἐν ἀνάγκαις προσεπιφέρειν· μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ ζῴοις ἔμπαλιν ἢ κατέδειξεν εἴτ’ οὑν ὁ θεὸς, εἴτε τις καὶ νομοθέτης, προσφέρεσθαι· μὴ σπέρμα ἀφανίζειν· μὴ γέννημα δουλοῦν·