Ancient Greek
8.12 to 8.15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.12-15
Not analysed yet
“Διογενὴς ὁ Ἀπολλωνιάτης ἀέρα ὑφίσταται στοιχεῖον· κινεῖσθαι δὲ τὰ πάντα, ἀπείρους τε εἷναι τοὺς κόσμους. κοσμοποιεῖ δὲ οὕτως· ὅτι τοῦ παντὸς κινουμένου, καὶ ἡ μὲν ἀραιοῦ, ἡ δὲ πυκνοῦ γινομένου, ὅπου συνεκύρησε τὸ πυκνὸν συστροφὴν ποιῆσαι, καὶ οὕτω τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον τὰ κουφότατα τὴν ἄνω τάξιν λαβόντα τὸν ἥλιον ἀποτελέσαι. Τοιαύτη καὶ τῶν πανσόφων Ἑλλήνων τῶν δὴ φυσικῶν φιλοσόφων ἐπικληθέντων ἡ περὶ τῆς συστάσεως τοῦ παντὸς καὶ τῆς πρώτης κοσμογονίας διάληψις, οὐ δημιουργὸν ἢ ποιητήν τινα τῶν ὅλων ὑποστησαμένων, ἀλλ’ οὐδ’ ὅλως θεοῦ μνήμην ποιησαμένων, μόνῃ δὲ τῇ ἀλόγῳ φορᾷ καὶ τῇ αὐτομάτῳ κινήσει τὴν αἰτίαν τοῦ παντὸς ἀνατεθειμένων. τοσαύτη δὲ αὐτῶν καὶ ἡ πρὸς ἀλλήλους ἐναντιότης, ἐν μὲν οὐδενὶ ἀλλήλοις συμπεφωνηκότων, μάχης δὲ καὶ διαφωνίας τὰ πάντα ἀναπεπληρωκότων. ὅθεν καὶ ὁ θαυμάσιος Σωκράτης τουτουσὶ πάντας μωραίνοντας ἀπήλεγχε, καὶ μαινομένων κατ’ οὐδὲν ἔλεγε διαφέρειν, εἰ δή σοι μάρτυς ἀξιόχρεως Ξενοῶν ἐν Ἀπομνημονεύμασι λέγων οὓτως “Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς βὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς ἁπάντων φύσεως, ἢ περὶ τῶν ἄλλων, ὡς οἶ πλεῖστοι, διελέγετο, σκοπῶν ὃπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.” Καὶ ἐπιλέγει ἑξῆς