Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.11
Not analysed yet
“Μητρόδωρος ὁ Χῖος ἀίδιον εἶναί φησι τὸ πᾶν, ὅτι εἰ ἦν γενητὸν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν· ἄπειρον δὲ, ὅτι ἀΐδιον, οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν ἤρξατο, οὐδὲ πέρας, οὐδὲ τελευτήν· ἀλλ’ οὐδὲ κινήσεως μετέχειν τὸ πὰν. κινεῖσθαι γὰρ ἀδύνατον, μὴ μεθιστάμενον· μεθίστασθαι δὲ ἀναγκαῖον ἤτοι εἰς πλῆρες ἢ εἰς κενόν. πυκνούμενον δὲ τὸν αἰθέρα ποιεῖν νεφέλας, εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτόν· καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι. χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον, καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως, καὶ καθόλου τὰς ἐκλείψεις ἀποτελεῖν.”