Ancient Greek
8.14 to 8.15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.14-15
Not analysed yet
πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας ,οἶον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδο- νῆς ,ἅπερ ἀγαθὰ νενομίκασιν οἶ πλεῖστοι; πῶς δὲ τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσοῦτον βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημένας; οὐ γὰρ, ὅταν μὲν ταὐτὰ σοὶ δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φήσομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι.