Ancient Greek · ~8 min
8.7 to 8.13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.7-3-13
Not analysed yet
καὶ τῷ ποιητῇ μὲν ,ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ, ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας ἀνθρώπων ,ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν πολλάκις · φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε ποιητῇ δι’ αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι Καὶ μεθ’ ἕτερά φησι “Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιπ- πος οἴεται τῆς ἐν ἅπασιν εἱμαρμένης τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πε- περασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην, εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δή ποτε αἰτίας. ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστω. οὕτω δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’ ὧν ἐπιτελεῖται. καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίξει. ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν εἰ τοιαῦτα λέγων οὐκ ᾐσθάνετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ. ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς ἀνθρώπους ,καθὼς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκείμενα, δοξάζοντας τὰ πάντα κατει- ληφέναι τὴν εἱμαρμένην ,καὶ ἀμεταθέτους εἶναι τὰς ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὐσί τε καὶ γινομένοις αἰτίας. τί οὖν ἀκολουθεῖς ,ὠ Χρύ- σιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις, καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη ,ἀλλὰ πάντες τῆς ἀληθείας εἰσὶ θεωρητικοί; πῶς οὖν οὐδένα φὴ̣ς ἄνθρωπον ,ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ’ ισον Ὀρέτῃ τε καὶ Ἀλκμαίωνι, πλὴν τοῦ σο- φοῦ; ἴνα δὲ ἢ δύο μόνους φὴς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους δι’ ἀφροσύνην ἐπ’ ἴσης τοῖς προει- ρημένοις μεμηνέναι;