Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.15-2
Not analysed yet
παρ’ ἡμῖν γὰρ μόνοις οὔτε περὶ θεοῦ λόγους ἀκούσεται τοὺς ἀλλήλοις ὑπεναντίους, ὁποῖα πολλὰ παρ’ ἑτέροις· οὐχ ὑπὸ τῶν τυχόντων γὰρ μόνον τὸ κατὰ τὸ προσπεσὸν ἑκάστῳ λέγεται πάθος, ἀλλὰ καὶ παρά τισι τῶν φιλοσόφων ἀποτετόλμηται, τῶν μὲν τὴν ὅλην τοῦ θεοῦ φύσιν ἀναιρεῖν τοῖς λόγοις ἐπικεχειρηκότων ‚ἄλλων δὲ τὴν ὑπὲρ ἀνθρώπων αὐτὸν πρόνοιαν ἀφαιρουμένων·) οὐδ’ ἐν τοῖς ἐπιτηδεύμασι τῶν βίων ὄψεται διαφορὰν ‚ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ’ ἡμῖν, εἷς δ’ ὁ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ θεοῦ, πάντα λέγων ἐκεῖνον ἐφορᾶν.