Ancient Greek
8.16 to 8.18
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.16-4-18
Not analysed yet
καὶ μὴν περὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων ‚ὅτι δεῖ πάντα τὰ ἄλλα τέλος ἔχειν τὴν εὐσέβειαν, καὶ γυναικῶν ἀκούσειεν ἄν τις καὶ τῶν οἰκετῶν. ὅθεν δὴ καὶ τὸ προσφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ καινῶν εὑρετὰς ἔργ’ ὢν ἢ λόγων ἄνδρας παρασχεῖν, ἐντεῦθεν συμβέβηκεν. οἱ μὲν γὰρ ἄλλοι τὸ μηδενὶ τῶν πατρίων ἐμμένειν καλὸν εἶναι νομίζουσι, καὶ τοῖς μάλιστα τολμῶσι ταῦτα παραβαίνειν σοφίας δεινότητα μαρτυροῦσιν, ἡμεῖς δὲ τοὐναντίον μίαν εἶναι καὶ φρόνησιν καὶ ἀρετὴν ὑπειλήφαμεν, τὸ μηδὲν ὅλως ὑπεναντίον μήτε πρᾶξαι μήτε διανοηθῆναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. ὅπερ εἰκότως ἂν εἴη τεκμήριον τοῦ κάλλιστα τὸν νόμον τεθῆναι. τὰ γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἶ πεῖραι δεόμεναι διορθώσεως ἐλέγχουσιν· ἡμῖν δὲ τοῖς πεισθεῖσιν ἐξ ἀρχῆς τεθῆναι τὸν νόμον κατὰ θεοῦ βούλησιν οὐδ᾿ εὐσεβὲς ἦν ἔτι τοῦτο μὴ φυλάττειν.