Ancient Greek
BIBΛION ΠΡΩΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.17
Not analysed yet
Ταῦθ’ ὁ Σωκράτης, ὡς ὁ Ξενοφῶν μαρτυρεῖ. συνᾴδει δὲ καὶ ὁ Πλάτων’ τούτοις ἐν τῷ Περὶ ψυχῆς τοιάδε λέγοντα αὐτὸν ἀναγράφων “Ἐγὼ γὰρ, ἔφη, ὠ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι εἶναι ἐδόκει εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον, καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί ἔστι· καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον, σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρ’ ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε ἤδη τὰ ζῷα ξυντρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ, ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδὲν, ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων ’τον ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσς τὸ ἠρεμεῖν κατὰ ταῦτα γίνεσθαι ἐπιστήμην.