Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.18
Not analysed yet
καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτ’ ὡς ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἷναι ὡς οὐδὲν χρῆμα. τεκμήριον δέ σοι ἐρῶ ἱκανόν· ἐγὼ γὰρ ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπ’ αὐτῆς τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην ὥστε ἀπέμαθον καὶ ταῦθ’ ἃ πρὸ τοῦ ᾤμην ειδέναι.”