Ancient Greek · ~7 min
8.2 to 8.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.2-5-8
Not analysed yet
ὥσπερ οὖν ὁ παρὰ τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ ἐκ πρώτης ἀνθρώπων γενέσεως καὶ εἰς τὰς ἑξῆς διαδοχὰς θεοφιλεῖς τινες ἄνδρες γεγόνασι καὶ δίκαιοι πλείους· ὧν ὁ μὲν ‘ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.” τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ θεὸν τῶν ὅλων ἐπιγράψασθαι. πεπεῖσθαι γὰρ αὐτὸν οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης πόλεως, τοῦ σύμπαντος κυριεύειν, οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον ὄντα καὶ βασιλέα καὶ θεόν. οὑ τὴν ὡς κυρίου καὶ θεοῦ ἔννοιάν τε καὶ προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς ἐν νῷ βαλλόμενος βαλλόμενος, ἀντὶ πάσης ὑπάρξεως καὶ προσηγορίας καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ “ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτον ἑαυτῷ θησαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος. παρ’ ὃ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις ἀναγέγραπται. κέκληται δ’ οὖν Ἐνὼς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ. ὅτι δὴ τοὺς μὴ τοιούτους τοιούτους, θρεμμάτων κατ’ οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους καταβεβλημένους, θῆρας μᾶλλον ἢ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ, κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας. παρ’ ὃ τοὺς τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν εἴωθεν. εἰ δὲ καί ποτε τὸν κοινὸν καὶ πολὺν ἄνθρωπον καὶ τὸ γένος αὐτὸ χρεὼν διασημῆναι, πάλιν οἰκείᾳ καὶ προσφυεῖ χρωμένη προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γηγενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν μετάληψιν, ὑποφαίνει.