Ancient Greek · ~5 min
8.9 to 8.13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.9-13
Not analysed yet
ὅ γέ τοι Ἐνὼς πρῶτος θεοφιλῶν παρ’ Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως καὶ γνωστικὸν καὶ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐπιστημονικόν· ὣν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον τῆς εἰς τὸν ἐπιγνωσθέντα θεὸν ἐλπίδος γένοιτ’ ἂν ἀποδεικτικόν. τὸ γὰρ μὴ παραμελεῖν μηδ’ ἐν δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως ἐπιγνώσεως, ἀεὶ δὲ καὶ διὰ παντὸς ἐλπίζειν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ’ ὡς ἵλεω καὶ ἀγαθοῦ πατρὸς, τοῦτ’ ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος. τοιόσδε μὲν οὖν ὁ παρ’ Εβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος, οὐχ ὁ γηγενὴς ἐπίκλην Ἀδὰμ δι’ ἐντολῆς θεοῦ παράβασιν τῆς τῶν κρειττόνων ἐκπεσὼν λήξεως, ἀλλ’ ὁ θεοφιλων πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ. κρίναντες οὑν καὶ αὐτοὶ λογισμῷ σώφρονι τὸ τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ ἀπεδεξάμεθα ὡς λυσιτελῆ καὶ ὠφελιμωτάτην ἡμῖν τὴν τοῦ λόγου διήγησιν, εὐχὴν θέμενοι κατ᾿ ἴσα τῇ τοῦ δηλωθέντος εἰκόνι τὸ ὄνομα τοῦ τῶν ἁπάντων δημιουργοῦ τε καὶ δεσπότου μετὰ βεβαίας καὶ ἀγαθῆς ἐλπίδος ἐπικαλεῖσθαι. ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον ἄλλος εὐηρέστησε τῷ κυρίῳ, καὶ οὐχ εὑρίσκετο, ὥς φησι Μωσῆς, διότι μετέθηκεν αὐτὸν ὁ θεὸς δι᾿ ἄκραν ἀρετῆς τελείωσιν. δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς.