Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.25
Not analysed yet
Τούτοις ἑξῆς ἐπιλέγει “Ἐv μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδείξεσιν κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ᾿ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι᾿ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ᾿ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γινόμενα φαίνεται.