Ancient Greek · ~4 min
8.26 to 8.29
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.26-29
Not analysed yet
φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει. κέχρηταί τε παραδείγμασι ιοιούτοις τισί. τὸ γὰρ μὴ ἀπολεῖ- σθαι, φησὶ ,θοἰμάτιον οὐχ ἁπλῶς καθείμαρτο ,ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σω- θήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους· καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί. ὥσπερ γὰρ ,φησὶν, λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσε- σθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον ,ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ηγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν ,τοὐ τὴν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀν- θρώπου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰ- πόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βού- λεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, φησὶν, αὐτὰ γενέσθαι καθείμαρτο.