Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.25-2
Not analysed yet
τοι- όσδε μὲν οὖν καὶ οὗτος εἰς μίμησιν ἐκκείμενος. μετὰ δ᾿ αὐτὸν Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλίας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φασι συνελθόντα λόγια μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ᾿ ἥν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψασθαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερ- βολῇ σωφροσύνης λέγεται.