Ancient Greek · ~3 min
8.26 to 8.28
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.26-2-28
Not analysed yet
ἐνταῦθά σοι καὶ Ἰακωβ, ὁ καὶ Ἰσραὴλ, εἰσήχθω, διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν προκοπήν. ὅτε μὲν οὑν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν· ὅτε δὲ λοιπὸν τὰ νικητήρια κατὰ τῶν ἀντιπάλων ἀπολαβὼν στέφεται, ἤδη τε τῶν κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων θεὸς, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν, καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος. λέγει δ’ οὖν πρὸς αὐτὸν ὁ χρησμὸς “οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός,” τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα θεόν.