Ancient Greek · ~5 min
8.30 to 8.34
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.30-2-34
Not analysed yet
Ἔχω σοι παρ’ αὐτοὺς καὶ ἄλλον εἰπεῖν, Ἰὼβ ὄνομα τῷ ἀνδρὶ ἀνδρὶ, ὃν τὰ ἱερὰ μαρτυρεῖ λόγια γεγονέναι ἄνθρωπον ἄμεμπτον, ἀληθινὸν, δίκαιον, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· οὗτός γέ τοι οὐδὲν προσήκων τῷ Ἰουδαίων γένει ἐπὶ πᾶσι τοῖς τῆς εὐσεβείας κατορθώμασι μεμαρτύρηται. οἵ γε μὴν τοῦ Ἰακὼβ παῖδες, τὴν πάτριον θεογνωσίαν τε καὶ θεοσέβειαν ἠγαπηκότες, τὴν τῶν ἀνέκα- θεν Ἑβραίων φήμην ἐπὶ μέγα δόξης προῆγον, ὥστε ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι. ὁ γάρ τοι Ἰωσὴφ τοῖς σωφροσύνης προαναστεφθεὶς βραβείοις, κἄπειτα τὴν Αἰγυπτίων ὑποδεξάμενος ἡγεμονίαν, τὸν θεοφιλῆ τῶν Ἑβραίων διέδειξε τρόπον, ὃν καὶ αὐτὸν ζηλοῦν δι᾿ εὐχῆς πεποιήμεθα, δοῦλον αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον καὶ δοῦλον Αἰγυπτίου ἀνδρός. τὰ μὲν γὰρ ἄλλα ὅσα εἰς ὡραιότητα καὶ ῥώμην σώματος αὐτῷ καὶ εὐμορ- φίαν ηὐτύχητο παρίημι, εἰ καὶ τὰ λόγια κάλλους αὐτὸν ὥρᾳ πάντων διενεγκεῖν ἀναγράφει· τὰ δὲ περὶ ψυχῆς πῶς ἄν τις ἀναγράψειε, κατ᾿ ἀξίαν τῆς τἀνδρὸς ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρημένος; φύσει μὲν αὐτῷ παρεῖναι λόγος τὸ ἐλευθέριον γνώρισμα, τοῦ τε τρόπου τὸ εὐγενὲς ἐπανθοῦν τῷ προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις διαφερόντως ἐξήσκητο ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν, καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι.