Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.29
Not analysed yet
τοιόσδε μὲν οὖν καὶ οὗτος ἐξ οὖ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους ὑπέστη γένος. μυρία δ’ ἂν λεχθείη περὶ τοῦ βίου τῶν ἀνδρῶν καὶ τῆς φιλοσόμου καρτερίας τε αὐτῶν καὶ ἀσκήσεως, τὰ μὲν πρὸς λέξιν θεωρούμενα, τὰ δὲ καὶ δι’ ὑπονοιῶν ἀλληγορούμενα· ’περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα περὶ τῆς τῶν παλαιῶν ἀνδρῶν πολυπαιδίας. τοιοίδε μὲν οὖν καὶ οὔτοι.