Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.38
Not analysed yet
ἀλλ’ οὕτω τέλεον ἡ παρ’ ἡμᾶς ἐξου- σιαστικὴ δύναμις ἀναιρεῖται ,καὶ οὐκέτι σώζοιτο ἂν θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν, ἢ ἀπολλύοιτο· διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ λόγον ἀνεπιτίμητος ,(ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν αἰτία) καὶ σωζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος, ὅτι μηδὲ τοῦτο εἰργαζόμην ἐγώ. σὺ δὲ ὡς σῶσαι πάντα δυνάμενος οὕτ’ ὡς ἀνετείνου τῷ λόγῳ.