Ancient Greek · ~7 min
8.32 to 8.37
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.32-37
Not analysed yet
εἰ μὲν γὰρ κατ᾿ ἐκείνην ταῦτα συμβαίνει, παρ᾿ ἡμᾶς οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ παρ᾿ ἡμὰς, οὐκ ἂν κατ᾿ ἐκείνην δηλαδὴ, διὰ τὸ μὴ δύνασθαι συνδραμεῖν ταῦτα ἀλλήλοις. ἀλλὰ παρ᾿ ἡμᾶς μὲν ἔσται, φησὶ, περιειλημμένου μέντοι τοῦ παρ᾿ ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. καὶ πῶς, εἴποιμ᾿ ἂν, περιειλημμένου; εἴ γε καὶ τὸ φυλάττειν θοιμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς ἐξουσίας ἐγίνετο τῆς ἐμῆς. οὕτω γὰρ καὶ τοῦ σώζεσθαι τοῦτο δηλονότι κύριος ἂν εἴην ἐγώ. καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ᾿ ἡμᾶς αἰτίαν. καθείμαρται γὰρ, φησὶ, σωθῆναι θοιμάτιον, εἰ φυλάττοις αὐτὸ, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα. οὐκ οὖν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε τι γένοιτο, μὴ τεθνήξεσθαι δὲ εἰ μὴ γένοιτο, ἀλλ᾿ ἁπλῶς τεθνήξεσθαι, κἂν ὁτιοῦν πρὸς τὸ μὴ ἀποθνήσκειν καθόλου γίγνοιτο· ἢ μὴ ἀλγηδόνος ἔσεσθαι δεκτικὸν ἄνθρωπόν τινα, κἂν ταδὶ πράττῃ, ἀλλὰ πάντ᾿ ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικὸν, ἐάν τε βούληται ἐάν τε μή· καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ ἄλλως ἔχειν καθείμαρται. ὥστε εἰ τὸ γενέσθαι τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βουληθείημεν ἡμεῖς, ἄλ- λως δὲ οὐχὶ, φανερὸν ὅτι τὸ ἡμὰς βουληθῆναί τε καὶ μὴ βουληθῆναι ὑπ᾿ οὐδεμιᾶς ἑτέρας αἰτίας προκατείχετο, ἀλλ᾿ ἦν αὐτεξούσιον· εἰ δὲ τοῦτο ἀκατα- νάγκαστον ἦν ,καὶ τὸ γενέσθαι τόδε τι δῆλον ὡς ἀπ’ αἰῶνος οὐ προκατείχετο ,εἰ μή τι καὶ αὐτὸ τὸ βού- λεσθαι φυλάττειν θοἰμάτιον, ἢ μὴ βούλεσθαι ,παρά τινα εἱμαρμένην καὶ κατὰ αἰτίαν ἔξωθεν ἀναγκαίαν ἐγίνετο.