Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.5-3
Not analysed yet
ταῦτα περὶ θεοῦ φρονεῖν οἱ σοφώτατοι παρ’ Ἕλλησιν ὅτι μὲν ἐδιδά Ἰώσηπος] χθησαν‚ ἐκείνου τὰς ἀρχὰς παρασχόντος‚ ἐῶ νῦν λέγειν· ὅτι δέ ἐστι καλὰ καὶ πρέποντα τῇ τοῦ θεοῦ φύσει καὶ μεγαλειότητι σφόδρα μεμαρτυρήκασι· καὶ γὰρ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων’ οἵ τε μετ’ ἐκεῖνον ἀπὸ τῆς Στοᾶς φιλόσοφοι καὶ μικροῦ δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ θεοῦ φύσεως πεφρονηκότες.