Ancient Greek · ~3 min
8.6 to 8.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.6-3-8
Not analysed yet
ἀλλ’ οἱ μὲν πρὸς ὀλίγους φιλοσοφοῦντες εἰς πλήθη δόξαις κατειλημμένα τὴν ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν ‚ὁ δ’ ἡμέτερος νομοθέτης, ἅτε δὴ τὰ ἔργα παρέχων τοῖς νόμοις σύμφωνα, οὐ μόνον τοὺς καθ’ ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν περὶ τοῦ θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον. αἰτιον δ’, ὅτι καὶ τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ χρήσιμον πάντων πολὺ διήνεγκεν. οὐ γὰρ μέρος ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τε ἄλλα καὶ συνεῖδεν αὐτὰ καὶ κατέστησε· λέγω δὲ τὴν δικαιοσύνην, τὴν σωφροσύνην ‚τὴν καρτερίαν, τὴν τῶν πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν. ἅπασαι γὰρ αἱ πράξεις καὶ διατριβαὶ καὶ λόγοι πάντες ἐπὶ τὴν πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν ἔχουσι τὴν ἀναφοράν · οὐδὲν γὰρ τούτων ἀνεξέταστον οὐδ’ ἀόριστον παρέλιπεν.