Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.7
Not analysed yet
“Δημόκριτος ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν ἄπειρον, διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουρηῆσθαι· ἔτι δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει· καὶ καθόλου, οἷον πᾶν ἐστι, ῥητῶς ἐκτίθεται μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δὲ ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι τῇ ἀνάγκῃ πάνθ’ ἀπλῶς τὰ γεγονότα καὶ ὄντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γένεσίν φησι, κατ’ ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τοπαράπαν ἔχοντα θερμὴν φύσιν, μηδὲ μὴν καθόλου λαμπροτάτην, τούναντίου δὲ ἐξωμοιωμένην τῇ περὶ τὴν γῆν φύσει· γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ’ ἰδίαν ὑποβολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου ἐναποληφθῆναι ἐν αὐτῶ τὸ πῦρ.”