Ancient Greek · ~2 min
8.8 to 8.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.8-9
Not analysed yet
“Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος τὸν περὶ θεῶν τῦφον πειρᾶται καταστέλλειν· ἀλλὰ καὶ οὐδὲν, φησὶ, γίγνεται ἐκ τοῦ μὴ ὄντος, ὅτι τὸ πᾶν ἀεὶ τοιοῦτον ἢν, καὶ ἔσται τοιοῦτον· ὅτι οὐδὲν ξένον ἐν τῷ παντὶ ἀποτελεῖται παρὰ τὸν ἤδη γεγενημένον χρόνον ἄπειρον· ὅτι πὰν ἐστι σῶμα, καὶ οὐ μόνον ἀμετάβλητον, ἀλλὰ καὶ ἄπειρον· ὅτι τέλος τῶν ἀγαθῶν ἡδονὴ. “Ἀρίστιππος ὁ Κυρηναῖος τέλος ἀγαθῶν τὴν ἡδονὴν, κακῶν δὲ τὴν ἀλγηδόνα· τὴν δὲ ἄλλην φυσιολογίαν περιγράφει, μόνον ὠφέλιμον εἶναι λέγων τὸ ζητεῖν ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.”