Ancient Greek
ΒΙΒΛΙΟΝ ENATON, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9
Not analysed yet
“Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος ἀρχαῖος γενόμενος ποιητὴς μέμνηται, καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. λέγει δὲ οὕτως τῶν δ᾿ ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι, γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες, ῳκουν δ᾿ ἐν Σολύμοις ὄρεσι, πλατέῃ παρὰ λίμνῃ, αὐχμαλέοι κεφαλὰς, τροχοκουράδες· αὐτὰρ ὕπερθεν ἵππων δαρτὰ πρόσωπ᾿ ἐφόρουν ἐσκληκότα καπνῷ. δῆλον δ᾿ ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ᾿ εἴρητο ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ᾿ Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν καὶ μείζονα πασῶν τῶν ἐν τῇ Συρίᾳ λιμνῶν.” Ταῦτα μὲν οὖν καὶ οὗτος.