Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.1-6
Not analysed yet
Πρῶτος δ’ οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεόλογος τε καὶ νομοθέτης, πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν, τάς τε δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκαλίας, οὐδὲ ἑτέραν μάθησιν οἰκείαν νόμοις εὐσεβείᾳ προσήκουσιν ἡγησάμενος, ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν.