Ancient Greek · ~3 min
9.2 to 9.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.2-3-4
Not analysed yet
ἄρχεται τοιγαροῦν ἀπὸ θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων θεολογίας, οὐχ ᾗ φίλον Αἰγυπτίοις καὶ Φοίνιξιν ἦν ἢ τοῖς λοιποῖς ἔθνεσιν εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν, θεούς τε ὁρωμένους μὲν τοὺς κατ’ οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους, ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους, ἢ καὶ τοὺς χθονίους καὶ ἀερίους δαίμονας, κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα. ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου ἀοράτων τε καὶ ὁρατῶν δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινὸς μεγαλοπόλεως τοῦ κόσμου βασιλέα καταστήσας. παιδεύει τοιγαροῦν ἀρχόμενος τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων.