Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.10-2
Not analysed yet
τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γιγνομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίγνεται. τὰ τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γιγνόμενα τοῦ γίγνεσθαι παύονται ,εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γίγνοιτο τῇ κατὰ φύσιν αὐ- τῶν ἐπὶ τὸ προκείμενον ὁδῷ.