Ancient Greek
9.11 to 9.14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.11-14
Not analysed yet
ἀλλὰ καὶ τὰ κατὰ λόγον γιγνόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχε τῶν κατὰ λόγον γιγνομένων γίγνεται ,ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γιγνόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίγνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιτο. οὕτω γίγνεται τά τε κατὰ τὰς τέχνας γιγνόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν · ἃ διαφέρει τῶν γιγνομένων φύσει τῷ τὰ μὲν φύσει γιγνόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰ- τίας τῆς τοιαύτης γενέσεως, τοιοῦτον γὰρ ἡ φύσις), καὶ γίγνεσθαι μὲν κατὰ τάξιν τινὰ, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης. τὰ δὲ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινή- σεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὑ- τοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται περὶ αὐτῶν λογισμός.