Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.14
Not analysed yet
ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα κατωνομασμένων θεῶν τε καὶ ἡρώων μνήμη τις τοῖς τότε παρῆν, οὔτ’ οὖν τις ἦν αὐτοῖς Ζεὺς, οὐ Κρόνος, οὐ Ποσειδῶν, οὐκ Ἀπόλλων, οὐχ Ἥρα, οὐκ Ἀθηνᾶ, οὐ Διόνυσος, οὐδέ τις ἕτερος θήλειά τε καὶ ἄρρην θεὸς, οἷοι μετὰ ταῦτα μυρίοι παρά τε βαρβάροις καὶ Ἕλλησιν, ἀλλ’ οὐδὲ δαίμων τις ἀγαθὸς ἢ φαῦλος ἐν ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινόμενα τῶν οὐρανίων ἄστρων, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, θεῶν τε προσηγορίας, ὡς αὐτοί φασιν, ἐτύγχανε, καὶ οὐδὲ ταῦτα ταῖς διὰ ζῴων θυςίαις καὶ ταῖς μετὰ ταῦτα περινοηθείσαις τιμαῖς ἐθρησκεύετο, οὐχ ἡμέτερος ὁ λόγος, οἴκοθεν δὲ καὶ ἐξ αὐτῶν Ἑλλήνων ἡ μαρτυρία, διὰ τῶν προτεθειμενων φωνῶν καὶ τῶν αὖθις ἑξῆς παρατεθησομένων τὴν ἀπόδειξιν παρασχομένη.