Ancient Greek
9.15 to 9.19
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.15-19
Not analysed yet
τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ’ ἡμᾶς διδάσκουσι λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ κατ’ ἀρχὰς τὴν τῶν ὁρωμενων φωστήρων τιμὴν ἀπονενεμῆσθαι περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραςιων γένει τὴν ἐποπτείαν ἀνατεθεῖσθαι [τῆς θεωρίας] τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεοῦ καὶ τῆς εἰς αὐτὸν ἀληθοῦς εὐσεβείας. οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς ἢ βαρβαρικῆς τοῖς παλαιτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἀψύχων ἵδρυσις οὐδ’ ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρρένων τε καὶ θηλειῶν κατονομασίας. εἱ γοῦν προσηγορίαι καὶ τὰ ὀνόματα ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο, ἀλλ’ οὐδὲ δαιμόνων καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι περὶ θεῶν καὶ ἡρώων μυθολογίαι, οὐκ ἀπορρήτων τελετῶν μυστήρια, οὐδ’ ὅλως τι τῆς πολλῆς καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαιμονίας. ἀνθρώπων ἄρα ταῦτα ἦν εὑρήματα καὶ θνητῆς φύσεως ἀναπλάσματα, μᾶλλον δὲ τρόπων αἰσχρῶν καὶ ἀκολάστων ἐπιτεχνήματα, κατὰ τὸ παρ’ ἡμῖν θεῖον λόγιον τὸ φάσκον “ἀρχὴ πορνείας ἐπίνοια εἰδώλω.” ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲν ἀπὸ Φοινίκων καὶ· Αἰγυπτίων ,διαβᾶσα δὲ ἐκ τούτων ἐπί τε τὰ λοιπὰ ἔθνη καὶ μέχρις αὐτῶν Ἑλλήνων, ὡς καὶ τοῦτο πάλιν ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴν ἐπισκέψασθαι καιρὸς ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους.