Ancient Greek · ~6 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.2
Not analysed yet
Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλὴ, Ζεὺς μέσσα, Δῖός δ’ ἐκ πάντα τέτυκται. Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ζεὺς βασιλεὺς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος. ‘ἐν κράτος, εἶς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων, ‘ὲν δὲ δέμας βασίλειον, ἐν ᾡ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ, νύξ τε καὶ ἦμαρ, καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἕρως πολυτερπής· πάντα γὰρ ἐν μεγάλῳ Ζῆνός τάδε σώματι κεῖται. τοῦ δή τοι κεφαλὴν μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις ,ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται ,ὢ ταύρεα δ’ ἀμφοτέρωθε δύο χρύσεια κέρατα, ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ Οὐρανιώνων, ὄμματα δ᾿ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη. νοῦς δέ οἱ ἀψευδ]ὴς, βασιλήϊος, ἄφθιτος αἰθὴρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται, οὐδέ τις ἐστὶν αὐδὴ, οὔτ᾿ ἐνοπὴ, οὔτε κτύοπος, οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα· Σῶμα δέ οἱ περιφεγγὲς, ἀπείριτον, ἀστυφέλικτον, ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται. Ωμοι μὲν καὶ στγέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθ᾿, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς, γαῖα τε παμμήτειρ᾿ ὁρέων τ᾿ αἰπεινὰ κάρηνα· μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις, χθονὸς ἔνδοθι ῥίζαι, Τάρταρά τ᾿ εὐρώεντα καὶ ἔσχατα πέιρατα γαίης. Πάντα δ᾿ ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῤέζων.