Ancient Greek · ~2 min
9.3 to 9.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.3-4
Not analysed yet
Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ, καθὸ νοῦς, ἀφ᾿ οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασι. Τῶν δὴ θεολόγων τὰ δὴ περὶ τοῦ θεοῦ τοῦτον ἐξηγησαμένων τὸν τρόπον, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ᾿ οἷόν τε ἦν οὔτ᾿, εἴ τις ἐπενόησε, τὸ ζωτικὸν καὶ νοερὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν.