Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.26
Not analysed yet
“Ἀλλ’ οἱ μὲν νεώτατοι τῶν ἱερολόγων τὰ μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο, ἀλληγορίας δὲ καὶ μύθους ἐπινοήσαντες καὶ τοῖς κοσμι- κοῖς παθήμασι συγγένειαν πλασάμενοι μυστήρια κατέστησαν, πολὺν αὐτοῖς ἐπῆγον τῦφον, ὡς μὴ ῥᾳδίως τινὰ συνορᾶν τὰ κατ’ ἀλήθειαν γενόμενα· ὁ δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν ἀδύτων εὑρεθεῖσιν ἀπο- κρύφοις Ἀμμουνέων γράμμασι συγκειμένοις, ἃ δὴ οὐκ ἦν πᾶσι γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησε· καὶ τέλος ἐπιθεὶς τῇ πραγματείᾳ, τὸν κατ’ ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος, ἐξηνύσατο τὴν πρόθεσιν, ἴως πάλιν οἱ ἐπιγενόμενοι ἱερεῖς χρόνοις ὕστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι, καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὗ τὸ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἓλληνας.”