Ancient Greek
9.27 to 9.28
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.27-28
Not analysed yet
Τούτοις ἑξῆς φησιν “Ταῦθ’ ἡμῖν εὕρηται ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων ποθοῦσι, καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην, οὐχὶ τὴν παρ’ Ἕλλησι· διάφωνος γὰρ αὕτη καὶ φιλονεικότεον ὑπ’ ἐνίων μᾶλλον ἢ πρὸς ἀλήθειαν συντεθεῖσα. Καὶ μεθ’ ἕτερα Οὕτως τε ἔχειν πεπεῖσθαι ἡμῖν παρέστη ὡς ἐκεῖνος γέγραφε, τὴν διαφωνίαν ὁρῶσι τὴν παρ’ Ἓλλησι. περὶ ἧς μοι τρία πεφιλοτίμηται βιβλία τὴν d ἐπιγραφὴν ἔχοντα Παραδόξου ἱστορίας.”