Ancient Greek · ~5 min
9.28 to 9.31
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.28-31
Not analysed yet
“Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράτ- τοιμεν, πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας · ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας, ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι, ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων.’ Ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος ,ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ μανθάνειν καὶ παιδεύεσθαι συμ- βουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν. ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους. ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως, ὡς ἐπ’ αὐτοῖς δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. ὥστε καὶ κατ’ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοὐ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδἐδεικται.’’