Ancient Greek · ~4 min
9.4 to 9.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.4-2-7
Not analysed yet
ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον· διὸ εἶδός ἐστι δισκεῦον, ἢ ἀκοντίζον, ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος. οὐ μόνον δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτια, ἀλλ’ ἔστιν οὐδενὸς τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γέγονε, τουτέστιν ,ἢ τιμή τινος, ἢ εἰς θεὸν εὐ- σέβειά τις. ἄνευ γὰρ τῆς τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τορούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον, τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σώξουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῇ τοῦ ἀνδριάντος δημιουργῷ τέχνῃ.’’ ‘‘Τούτου δὲ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸ. ν λόγον· οὕτω γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γιγνομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι εἴτε δὴ καὶ ἄλλοις τισὶ παρὰ τήνδε συγχωρεῖν, ὡς οὖσι ποιητικοῖς τινῶν αἰτίοις.