Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.8-2
Not analysed yet
ἁπάντων δὴ τῶν γιγνομένων Ἀρι- στοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τιωὁς χάριν γίγνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος τῶν γιγνομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτὰ, τὰ δὲ οὐδενὸς, ὅσα οὐ κατὰ πρόθεσίν τινα τοῦ ποιοῦντος γίγνεται, οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφορὰν, τοιαῦτα οἶόν ἐστι καρφῶν τε τι- νῶν διακρατήσεις καὶ περι· στροφαὶ, καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις, καὶ ὅσα τούτοις ὁμοίως γίνεται.