Ancient Greek · ~1 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.6
Not analysed yet
αὗται δ’ ἦσαν αἶ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἔτι ἀτολμίᾳ. ταῦτα καὶ ἡ Φοινί- κῶν γραφὴ, ὡς ἐξῆς ἀποδειχθήσεται. ἀλλὰ καὶ τῶν καθ’ ἡμᾶς γεγονὼς αὐτὸς ἐκεῖνος, ὁ ταῖς καθ’ ἡμῶν λαμπρυνόμενος δυσφημίαις, ἐν οἶς ἐπέγραψε ‘‘Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς,” καὶ τῶν παλαιῶν ἀρχαιότητος τὴν μνήμην ὧδέ πως αὐτολεξεὶ, Θεοφράστῳ μάρτυρι χρώμενος, παρατίθεται